A Reading Course in Homeric Greek, Book 2

(Wang) #1

Lesson IV



  1. MEMORIZE


ἀγαυός, -ή, -όν admirable, noble
ἀγγέλλω, ἀγγελέω, ἄγγειλα I announce (to) [+ dat.]
ἀπο-βαίνω, ἀπο-βήσομαι, ἀπο-βῆν I depart
ἄφαρ [adv.] straightway, at once
βασιλεύς, βασιλῆος [m.] king, chief, noble
ἐγείρω, ἐγερέω, ἔγειρα I arouse, I awaken [trans.]; [mid.] I wake up [intr.]
ἧμαι I sit
καλέω, καλέω, κάλεσ(σ)α I call, I invite
κιχάνω, κιχήσομαι, κιχησάμην I come upon
Ὄλυμπος, -ου or Οὔλυμπος, -ου Olympus [mountain in Thessaly, home of the gods]
ὄνειρος, -ου [m.] dream
πετάννῡμι, — , πέτασ(σ)α I spread out
τέρπω, τέρψω, τέρψα I cheer, I amuse, I comfort; (in mid.) I take pleasure (in)
or (τε)ταρπόμην [+ dat.], I take my fill of [+ gen.]
τοκεύς, τοκῆος [m., f.] parent


  1. TEXT Od. 6. 41-56


ἡ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη
Οὔλυμπόνδ’, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
ἔμμεναι· οὔτ’ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρῳ
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ’ αἴθρη
πέπταται ἀννέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη· 45
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
ἔνθ’ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
αὐτίκα δ’ Ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρε
Ναυσικάαν εὔπεπλον· ἄφαρ δ’ ἀπεθαύμασ’ ὄνειρον,
βῆ δ’ ἴμεναι διὰ δώμαθ’, ἵν’ ἀγγείλειε τοκεῦσι, 50
πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δ’ ἔνδον ἐόντας.
ἡ μὲν ἐπ’ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξίν,
ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί. 55
ἡ δὲ μάλ’ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
Free download pdf