A Reading Course in Homeric Greek, Book 2

(Wang) #1

Lesson XI



  1. MEMORIZE


γουνόομαι I supplicate
ἕδνα or ἔεδνα, -ων [n. pl.] bride-price, dowry
ἰαίνω, — , ἴησα I warm, I melt, I soften (the heart)
λεύσσω I see, I look
ναιετάω I dwell, I inhabit; I am situated; I exist
τοιόσδε, τοιήδε, τοιόνδε such (as this); such (as that)
χολόω, (κε)χολώσω, χόλωσα I anger; [mid.] I am angry (with) [+ dat. of person]


  1. TEXT Od. 6. 145-159


ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, 145
λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον·
“γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις ἦ βροτός ἐσσι;
εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, 150
Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐΐσκω·
εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἐπὶ χθονὶ ναιετάουσι,
τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς 155
αἰὲν ἐϋφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
κεῖνος δ’ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
ὅς κέ σ’ ἐέδνοισι βρίσας οἶκόνδ’ ἀγάγηται.

ἄγχιστα [adv.] supl. of ἄγχι
αἰέν = αἰεί
ἄνασσα, -ης [f.] queen [only of goddesses]
ἀποσταδά [adv.] standing aloof, at a distance
βρῑ ́θω, — , βρῖσα I am heavy; I prevail
δοάσσετο [defective verb] it seemed, it appeared
ἐΐσκω I liken (someone) to [+ acc., + dat.]

εἰσ-οιχνέω I come in, I enter
ἔξοχον [adv.] preeminently, most
εὐφροσύνη, -ης [f.] gladness, merriment
θάλος, -εος [n.] young shoot, young person
κερδαλέος, -η, -ον profitable, cunning
μέγεθος, -εος [n.] stature, height
φυή, ῆς [f.] physique
Free download pdf