A Reading Course in Homeric Greek, Book 2

(Wang) #1

Lesson XV



  1. MEMORIZE


βρῶσις, βρώσιος or βρώμη, -ης [f.] food
δηρόν [adv.] long
δύστηνος, -ον wretched, unfortunate
λούω, — , λοῦσα I wash
μετ-αυδάω I speak among [+ dat.]
πόσις, πόσιος [f.] drink
σκέπας, σκέπαος [n.] shelter
φᾶρος, φάρεος [n.] mantle, cloak
χιτών, χιτῶνος [m.] tunic
ὦκα [adv.] quickly, swiftly
ὦμος, -ου [m.] shoulder


  1. TEXT Od. 6. 206-222


ἀλλ’ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ’ ἱκάνει,
τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε, δόσις δ’ ὀλίγη τε φίλη τε.
ἀλλὰ δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
λούσατέ τ’ ἐν ποταμῷ, ὅθ’ ἐπὶ σκέπας ἔστ’ ἀνέμοιο.” 210
ὣς ἔφαθ’, αἱ δ’ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
κὰδ δ’ ἄρ’ Ὀδυσσέα εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσε
Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
πὰρ δ’ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ’ ἔθηκαν,
δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, 215
ἤνωγον δ’ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσι.
δή ῥα τότ’ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
“ἀμφίπολοι, στῆθ’ οὕτω ἀπόπροθεν, ὄφρ’ ἐγὼ αὐτὸς
ἅλμην ὤμοιϊν ἀπολούσομαι, ἀμφὶ δ’ ἐλαίῳ
χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. 220
ἄντην δ’ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
γυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισι μετελθών.”

ἀλοιφή, -ῆς [f.] ointment
ἄντην [adv.] openly, before the eyes of a company
ἀπο-λούω, -λούσω, -λουσα I wash off
γυμνόω I make naked
δόσις, -ιος [f.] gift, loan

κομέω I tend, I care for
λήκυθος, -ου [f.] oil-flask
μετ-έρχομαι I mingle with [+ dat.]
πτωχός, -οῦ [m.] beggar
ῥοή, -ῆς [f.] stream
Free download pdf