A Reading Course in Homeric Greek, Book 2

(Wang) #1

Lesson XXI



  1. MEMORIZE


ἐϋκτίμενος, -η, -ον well-inhabited; well-settled
ἥρως, ἥρωος [m.] warrior
θρόνος, -ου [m.] seat, chair
κλ ́ῑνω, κλινέω, κλ ́ῑνα, — , I cause to lean; [in m.-p.] I lean, I recline
κέκλιμαι, κλίνθην
ὄπι(σ)θεν [adv.] behind, afterward, hereafter


  1. TEXT Od. 6. 30 0 -315


ῥεῖα δ’ ἀρίγνωτ’ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο 300
νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
ἥρως. ἀλλ’ ὁπότ’ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ’ ἂν ἵκηαι
μητέρ’ ἐμήν· ἡ δ’ ἧσται ἐπ’ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, 305
ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
κίονι κεκλιμένη· δμῳαὶ δέ οἱ εἵατ’ ὄπισθεν.
ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας 310
βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ ἐνὶ θυμῷ,
ἐλπωρή τοι ἔπειτα φίλους τ’ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.” 315

ἁλιπόρφυρος, -ον dyed in sea-purple
ἀρίγνωτος, -η, -ον recognizable
δι-έρχομαι, -ελεύσομαι, -ελθον I go through
ἐλπωρή, -ῆς [f.] hope [+ inf.]
ἐσχάρη, -ης [f.] hearth
ἔφ-ημαι I sit at, I sit on
ἠλάκατα, -ων [n. pl.] yarn (spun on a distaff )
θαῦμα, -ατος [n.] wonder, marvel

κῑ ́ων, -ονος [m. or f.] pillar, column
οἰνοποτάζω I drink my wine
παρ-αμείβομαι, etc. I pass by
ποτι-κλῑ ́νω, etc. [in m.-p.] I lean against, I lean next
to
στρωφάω I twist, I spin
τηλόθεν [adv.] from far away
Free download pdf