A Reading Course in Homeric Greek, Book 2

(Wang) #1

Lesson XXVII



  1. MEMORIZE


βόσκω I feed, I nourish; I pasture
δεινός, -ή, -όν awesome
δώδεκα [indecl.] twelve
ἕ ξ [i ndecl.] si x
̓ῑθῡ ́νω, — , ῑ῎θῡνα I steer (a ship); I direct
κοῖλος, -η, -ον hollow
κορυφή, -ῆς [f.] top of a mountain or rock; head
κῡάνεος, -η, -ον dark (blue)
κυανόπρῳρος, -ον with dark-blue prow
μῡρίος, -η, -ον countless, myriad
νεφέλη, -ης [f.] cloud
περιμήκης, -ες of great length, long
σκόπελος, -ου [m.] crag
Σκύλλη, -ης [f.] Scylla [a monster who lives in a cave opposite Charybdis]
φαίδιμος. –ον shining, glorious


  1. TEXT Od. 12. 73-10 0


οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
κυανέη· τὸ μὲν οὔ ποτ’ ἐρωεῖ, οὐδέ ποτ’ αἴθρη 75
κείνου ἔχει κορυφὴν οὔτ’ ἐν θέρει οὔτ’ ἐν ὀπώρῃ·
οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ’ ἐπιβαίη,
οὐδ’ εἴ οἱ χεῖρές γε ἐείκοσι καὶ πόδες εἶεν·
πέτρη γὰρ λίς ἐστι, περιξέστῃ ἐϊκυῖα.
μέσσῳ δ’ ἐν σκοπέλῳ ἐστὶ σπέος ἠεροειδές, 80
πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ’ Ὀδυσσεῦ.
οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήϊος ἀνὴρ
τόξῳ ὀϊστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
ἔνθα δ’ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα. 85
τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλλῆς
γίνεται, αὐτὴ δ’ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
γηθήσειεν ἰδών, οὐδ’ εἰ θεὸς ἀντιάσειε.
τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ 90
σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες,
πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
Free download pdf