A Reading Course in Homeric Greek, Book 2

(Wang) #1

LESSON XXXI



  1. MEMORIZE


δεῦρο [adv.] hither
ἴς, ῑ ̓νός [f.] strength, sinew
κηρός, -οῦ [m.] wax
κῦδος, κύδεος [n.] honor, glory
ῥίμφα [adv.] swiftly
στιβαρός, -ή, -όν stout, strong
στόμα, στόματος [n.] mouth
χαλκός, -οῦ [m.] copper, bronze


  1. TEXT Od. 12. 173-194


αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέϊ χαλκῷ
τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
αἶψα δ’ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς 175
Ἠελίου τ’ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
ἑξείης δ’ ἑτάροισιν ἐπ’ οὔατα πᾶσιν ἄλειψα.
οἱ δ’ ἐν νηΐ μ’ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’ αὐτοῦ πείρατ’ ἀνῆπτον·
αὐτοὶ δ’ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. 180
ἀλλ’ ὅτε τόσσον ἀπῆμεν, ὅσον τε γέγωνε βοήσας,
ῥίμφα διώκοντες, τὰς δ’ οὐ λάθεν ὠκύαλος νηῦς
ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ’ ἔντυνον ἀοιδήν·
“δεῦρ’ ἄγ’ ἰών, πολύαιν’ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
νῆα κατάστησον, ἵνα νωϊτέρην ὄπ’ ἀκούσῃς. 185
οὐ γάρ πώ τις τῇδε παρήλασε νηῒ μελαίνῃ,
πρίν γ’ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ’ ἀκοῦσαι,
ἀλλ’ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
ἴδμεν γάρ τοι πάνθ’, ὅσ’ ἐνὶ Τροίῃ εὐρείῃ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, 190
ἴδμεν δ’ ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.”
ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
ἤθελ’ ἀκουέμεναι, λῦσαί τ’ ἐκέλευον ἑταίρους
ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.

ἀν-άπτω, ἀν-άψομαι, ἄν-αψα I fasten
Ἀργεῖοι, -ων [m.] Argives, Greeks
δια-τμήγω, — , διά-τμηξα I cut up, I separate
ἐντῡ ́νω I prepare, I strike up
ἐρέσσω I row

ἰότης, -ητος [f.] will, decree
ἱστοπέδη, -ης [f.] mast-step
καθ-ίστημι, -στήσω, -στῆσα I stop, I station [trans.]
κάλλιμος, -ον fair
λιγυρός, -ή, -όν clear-toned
Free download pdf