A Reading Course in Homeric Greek, Book 2

(Wang) #1

LESSON XXXIV



  1. M E MOR IZE


αἰνός, -ή, -όν dreadful
ἀσπαίρω I gasp
ἰχθύς, ἰχθύος [m.] fish
κλάζω, κλάγξω, κλάγξα I shriek
μάντις, μάντιος [m.] seer
οἰκτρός, -ή, -όν pitiful, miserable
ὕπερθεν [adv.] from above


  1. TE XT Od. 12. 247-270


σκεψάμενος δ’ ἐς νῆα θοὴν ἅμα καὶ μεθ’ ἑταίρους
ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
ὑψόσ’ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
ἐξονομακλήδην, τότε γ’ ὕστατον, ἀχνύμενοι κῆρ. 250
ὡς δ’ ὅτ’ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
ἀσπαίροντα δ’ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
ὣς οἵ γ’ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας. 255
αὐτοῦ δ’ εἰνὶ θύρῃσι κατήσθιε κεκλήγοντας,
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηϊοτῆτι.
οἴκτιστον δὴ κεῖνο ἐμοῖσ’ ἴδον ὀφθαλμοῖσι
πάντων, ὅσσ’ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν 260
Σκύλλην τ’, αὐτίκ’ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
ἱκόμεθ’· ἔνθα δ’ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
πολλὰ δὲ ἴφια μῆλ’ Ὑπερίονος Ἠελίοιο.
δὴ τότ’ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηῒ μελαίνῃ
μυκηθμοῦ τ’ ἤκουσα βοῶν αὐλιζομενάων 265
οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
μάντιος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
Κίρκης τ’ Αἰαίης, ἥ μοι μάλα πόλλ’ ἐπέτελλε
νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
δὴ τότ’ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· 270
Free download pdf